Sacred Texts  Classics  Index  Previous  Next 

Herodotus Book 7: Polymnia [90]

90. These men were thus equipped; and the Cyprians furnished a hundred and fifty ships, being themselves equipped as follows,--their kings had their heads wound round with fillets, and the rest had tunics, but in other respects they were like the Hellenes. Among these there are various races as follows,--some of them are from Salamis and Athens, others from Arcadia, others from Kythnos, others again from Phenicia and others from Ethiopia, as the Cyprians themselves report. 90. [1] οὗτοι μὲν οὕτω ἐστάλατο, Κύπριοι δὲ παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν, ἐσκευασμένοι ὧδε· τὰς μὲν κεφαλὰς εἱλίχατο μίτρῃσι οἱ βασιλέες αὐτῶν, οἱ δὲ ἄλλοι εἶχον κιθῶνας, τὰ δὲ ἄλλα κατά περ Ἕλληνες. τούτων δὲ τοσάδε ἔθνεα εἰσί, οἳ μὲν ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνέων, οἳ δὲ ἀπ᾽ Ἀρκαδίης, οἳ δὲ ἀπὸ Κύθνου, οἳ δὲ ἀπὸ Φοινίκης, οἳ δὲ ἀπὸ Αἰθιοπίης, ὡς αὐτοὶ Κύπριοι λέγουσι.

91. The Kilikians furnished a hundred ships; and these again had about their heads native helmets, and for shields they carried targets made of raw ox- hide: they wore tunics of wool and each man had two javelins and a sword, this last being made very like the Egyptian knives. These in old time were called Hypachaians, and they got their later name from Kilix the son of Agenor, a Phenician. The Pamphylians furnished thirty ships and were equipped in Hellenic arms. These Pamphylians are of those who were dispersed from Troy together with Amphilochos and Calchas. 91. [1] Κίλικες δὲ ἑκατὸν παρείχοντο νέας. οὗτοι δ᾽ αὖ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια, λαισήια δὲ εἶχον ἀντ᾽ ἀσπίδων ὠμοβοέης πεποιημένα, καὶ κιθῶνας εἰρινέους ἐνδεδυκότες· δύο δὲ ἀκόντια ἕκαστος καὶ ξίφος εἶχον, ἀγχοτάτω τῇσι Αἰγυπτίῃσι μαχαίρῃσι πεποιημένα. οὗτοι δὲ τὸ παλαιὸν Ὑπαχαιοὶ ἐκαλέοντο, ἐπὶ δὲ Κίλικος τοῦ Ἀγήνορος ἀνδρὸς Φοίνικος ἔσχον τὴν ἐπωνυμίην. Πάμφυλοι δὲ τριήκοντα παρείχοντο νέας Ἑλληνικοῖσι ὅπλοισι ἐσκευασμένοι. οἱ δὲ Πάμφυλοι οὗτοι εἰσὶ τῶν ἐκ Τροίης ἀποσκεδασθέντων ἅμα Ἀμφιλόχῳ καὶ Κάλχαντι.

92. The Lykians furnished fifty ships; and they were wearers of corslets and greaves, and had bows of cornel-wood and arrows of reeds without feathers and javelins and a goat-skin hanging over their shoulders, and about their heads felt caps wreathed round with feathers; also they had daggers and falchions. The Lykians were formerly called Termilai, being originally of Crete, and they got their later name from Lycos the son of Pandion, an Athenian. 92. [1] Λύκιοι δὲ παρείχοντο νέας πεντήκοντα θωρηκοφόροι τε ἐόντες καὶ κνημιδοφόροι, εἶχον δὲ τόξα κρανέινα καὶ ὀιστοὺς καλαμίνους ἀπτέρους καὶ ἀκόντια, ἐπὶ δὲ αἰγὸς δέρμα περὶ τοὺς ὤμους αἰωρεύμενον, περὶ δὲ τῇσι κεφαλῇσι πίλους πτεροῖσι περιεστεφανωμένους· ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον. Λύκιοι δὲ Τερμίλαι ἐκαλέοντο ἐκ Κρήτης γεγονότες, ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἔσχον τὴν ἐπωνυμίην.

93. The Dorians of Asia furnished thirty ships; and these had Hellenic arms and were originally from the Peloponnese. The Carians supplied seventy ships; and they were equipped in other respects like Hellenes but they had also falchions and daggers. What was the former name of these has been told in the first part of the history. 93. [1] Δωριέες δὲ οἱ ἐκ τῆς Ἀσίης τριήκοντα παρείχοντο νέας, ἔχοντές τε Ἑλληνικὰ ὅπλα καὶ γεγονότες ἀπὸ Πελοποννήσου. Κᾶρες δὲ ἑβδομήκοντα παρείχοντο νέας, τὰ μὲν ἄλλα κατά περ Ἕλληνες ἐσταλμένοι, εἶχον δὲ καὶ δρέπανα καὶ ἐγχειρίδια. οὗτοι δὲ οἵτινες πρότερον ἐκαλέοντο, ἐν τοῖσι πρώτοισι τῶν λόγων εἴρηται.

94. The Ionians furnished a hundred ships, and were equipped like Hellenes. Now the Ionians, so long time as they dwelt in the Peloponnese, in the land which is now called Achaia, and before the time when Danaos and Xuthos came to the Peloponnese, were called, as the Hellenes report, Pelasgians of the Coast-land, and then Ionians after Ion the son of Xuthos. 94. [1] Ἴωνες δὲ ἑκατὸν νέας παρείχοντο ἐσκευασμένοι ὡς Ἕλληνες. Ἴωνες δὲ ὅσον μὲν χρόνον ἐν Πελοποννήσῳ οἴκεον τὴν νῦν καλεομένην Ἀχαιίην, καὶ πρὶν ἢ Δαναόν τε καὶ Ξοῦθον ἀπικέσθαι ἐς Πελοπόννησον, ὡς Ἕλληνες λέγουσι, ἐκαλέοντο Πελασγοὶ Αἰγιαλέες, ἐπὶ δὲ Ἴωνος τοῦ Ξούθου Ἴωνες.

95. The islanders furnished seventeen ships, and were armed like Hellenes, this also being a Pelasgian race, though afterwards it came to be called Ionian by the same rule as the Ionians of the twelve cities, who came from Athens. The Aiolians supplied sixty ships; and these were equipped like Hellenes and used to be called Pelasgians in the old time, as the Hellenes report. The Hellespontians, excepting those of Abydos (for the men of Abydos had been appointed by the king to stay in their place and be guards of the bridges), the rest, I say, of those who served in the expedition from the Pontus furnished a hundred ships, and were equipped like Hellenes: these are colonists of the Ionians and Dorians.

95. [1] νησιῶται δὲ ἑπτακαίδεκα παρείχοντο νέας, ὡπλισμένοι ὡς Ἕλληνες, καὶ τοῦτο Πελασγικὸν ἔθνος; ὕστερον δὲ Ἰωνικὸν ἐκλήθη κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ δυωδεκαπόλιες Ἴωνες οἱ ἀπ᾽ Ἀθηνέων. Αἰολέες δὲ ἑξήκοντα νέας παρείχοντο, ἐσκευασμένοι τε ὡς Ἕλληνες καὶ τὸ πάλαι καλεόμενοι Πελασγοί, ὡς Ἑλλήνων λόγος. [2] Ἑλλησπόντιοι δὲ πλὴν Ἀβυδηνῶν (Ἀβυδηνοῖσι γὰρ προσετέτακτο ἐκ βασιλέος κατὰ χώρην μένουσι φύλακας εἶναι τῶν γεφυρέων ) οἱ δὲ λοιποὶ οἱ ἐκ τοῦ Πόντου στρατευόμενοι παρείχοντο μὲν ἑκατὸν νέας, ἐσκευασμένοι δὲ ἦσαν ὡς Ἕλληνες. οὗτοι δὲ Ἰώνων καὶ Δωριέων ἄποικοι.

96. In all the ships there served as fighting-men Persians, Medes, or Sacans;: and of the ships, those which sailed best were furnished by the Phenicians, and of the Phenicians the best by the men of Sidon. Over all these men and also over those of them who were appointed to serve in the land-army, there were for each tribe native chieftains, of whom, since I am not compelled by the course of the inquiry, I make no mention by the way; for in the first place the chieftains of each separate nation were not persons worthy of mention, and then moreover within each nation there were as many chieftains as there were cities. These went with the expedition too not as commanders, but like the others serving as slaves; for the generals who had the absolute power and commanded the various nations, that is to say those who were Persians, having already been mentioned by me. 96. [1] ἐπεβάτευον δὲ ἐπὶ πασέων τῶν νεῶν Πέρσαι καὶ Μῆδοι καὶ Σαάκαι. τούτων δὲ ἄριστα πλεούσας παρείχοντο νέας Φοίνικες καὶ Φοινίκων Σιδώνιοι. τούτοισι πᾶσι καὶ τοῖσι ἐς τὸν πεζὸν τεταγμένοισι αὐτῶν ἐπῆσαν ἑκάστοισι ἐπιχώριοι ἡγεμόνες, τῶν ἐγώ, οὐ γὰρ ἀναγκαίῃ ἐξέργομαι ἐς ἱστορίης λόγον, οὐ παραμέμνημαι. [2] οὔτε γὰρ ἔθνεος ἑκάστου ἐπάξιοι ἦσαν οἱ ἡγεμόνες, ἔν τε ἔθνεϊ ἑκάστῳ ὅσαι περ πόλιες τοσοῦτοι καὶ ἡγεμόνες ἦσαν, εἵποντο δὲ ὡς οὐ στρατηγοὶ ἀλλ᾽ ὥσπερ οἱ ἄλλοι στρατευόμενοι δοῦλοι· ἐπεὶ στρατηγοί γε οἱ τὸ πᾶν ἔχοντες κράτος καὶ ἄρχοντες τῶν ἐθνέων ἑκάστων, ὅσοι αὐτῶν ἦσαν Πέρσαι, εἰρέαταί μοι.

97. Of the naval force the following were commanders,--Ariabignes the son of Dareios, Prexaspes the son of Aspathines, Megabazos the son of Megabates, and Achaimenes the son of Dareios; that is to say, of the Ionian and Carian force Ariabignes, who was the son of Dareios and of the daughter of Gobryas; of the Egyptians Achaimenes was commander, being brother of Xerxes by both parents; and of the rest of the armament the other two were in command: and galleys of thirty oars and of fifty oars, and light vessels, and long ships to carry horses had been assembled together, as it proved, to the number of three thousand. 97. [1] τοῦ δὲ ναυτικοῦ ἐστρατήγεον Ἀριαβίγνης τε ὁ Δαρείου καὶ Πρηξάσπης ὁ Ἀσπαθίνεω καὶ Μεγάβαζος ὁ Μεγαβάτεω καὶ Ἀχαιμένης ὁ Δαρείου, τῆς μὲν Ἰάδος τε καὶ Καρικῆς στρατιῆς Ἀριαβίγνης ὁ Δαρείου τε παῖς καὶ τῆς Γοβρύεω θυγατρός· Αἰγυπτίων δὲ ἐστρατήγεε Ἀχαιμένης Ξέρξεω ἐὼν ἀπ᾽ ἀμφοτέρων ἀδελφεός, τῆς δὲ ἄλλης στρατιῆς ἐστρατήγεον οἱ δύο. τριηκόντεροι δὲ καὶ πεντηκόντεροι καὶ κέρκουροι καὶ ἱππαγωγὰ πλοῖα μακρὰ συνελθόντα ἐς τὸν ἀριθμὸν ἐφάνη τρισχίλια.

98. Of those who sailed in the ships the men of most note after the commanders were these,--of Sidon, Tetramnestos son of Anysos; of Tyre, Matten son of Siromos; or Arados, Merbalos son of Agbalos; of Kilikia, Syennesis son of Oromedon; of Lykia, Kyberniscos son of Sicas; of Cyprus, Gorgos son of Chersis and Timonax son of Timagoras; of Caria, Histiaios son of Tymnes, Pigres son of Hysseldomos, and Damasithymos son of Candaules. 98. [1] τῶν δὲ ἐπιπλεόντων μετά γε τοὺς στρατηγοὺς οἵδε ἦσαν ὀνομαστότατοι, Σιδώνιος Τετράμνηστος Ἀνύσου, καὶ Τύριος Ματτὴν Σιρώμου, καὶ Ἀράδιος Μέρβαλος Ἀγβάλου, καὶ Κίλιξ Συέννεσις Ὠρομέδοντος, καὶ Λύκιος Κυβερνίσκος Σίκα, καὶ Κύπριοι Γόργος τε ὁ Χέρσιος καὶ Τιμῶναξ ὁ Τιμαγόρεω, καὶ Καρῶν Ἱστιαῖός τε ὁ Τύμνεω καὶ Πίγρης ὁ Ὑσσελδώμου, καὶ Δαμασίθυμος ὁ Κανδαύλεω.

99. Of the rest of the officers I make no mention by the way (since I am not bound to do so), but only of Artemisia, at whom I marvel most that she joined the expedition against Hellas, being a woman; for after her husband died, she holding the power herself, although she had a son who was a young man, went on the expedition impelled by high spirit and manly courage, no necessity being laid upon her. Now her name, as I said, was Artemisia and she was the daughter of Lygdamis, and by descent she was of Halicarnassos on the side of her father, but of Crete by her mother. She was ruler of the men of Halicarnassos and Cos and Nisyros and Calydna, furnishing five ships; and she furnished ships which were of all the fleet reputed the best after those of the Sidonians, and of all his allies she set forth the best counsels to the king. Of the States of which I said that she was leader I declare the people to be all of Dorian race, those of Halicarnassos being Troizenians, and the rest Epidaurians. So far then I have spoken of the naval force.

99. [1] τῶν μέν νυν ἄλλων οὐ παραμέμνημαι ταξιάρχων ὡς οὐκ ἀναγκαζόμενος, Ἀρτεμισίης δὲ τῆς μάλιστα θῶμα ποιεῦμαι ἐπὶ τὴν Ἑλλάδα στρατευσαμένης γυναικός· ἥτις ἀποθανόντος τοῦ ἀνδρὸς αὐτή τε ἔχουσα τὴν τυραννίδα καὶ παιδὸς ὑπάρχοντος νεηνίεω ὑπὸ λήματός τε καὶ ἀνδρηίης ἐστρατεύετο, οὐδεμιῆς οἱ ἐούσης ἀναγκαίης. [2] οὔνομα μὲν δὴ ἦν αὐτῇ Ἀρτεμισίη, θυγάτηρ δὲ ἦν Λυγδάμιος, γένος δὲ ἐξ Ἁλικαρνησσοῦ τὰ πρὸς πατρός, τὰ μητρόθεν δὲ Κρῆσσα. ἡγεμόνευε δὲ Ἁλικαρνησσέων τε καὶ Κῴων καὶ Νισυρίων τε καὶ Καλυδνίων, πέντε νέας παρεχομένη. [3] καὶ συναπάσης τῆς στρατιῆς, μετά γε τὰς Σιδωνίων, νέας εὐδοξοτάτας παρείχετο, πάντων τε τῶν συμμάχων γνώμας ἀρίστας βασιλέι ἀπεδέξατο. τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτήν, τὸ ἔθνος ἀποφαίνω πᾶν ἐὸν Δωρικόν, Ἁλικαρνησσέας μὲν Τροιζηνίους, τοὺς δὲ ἄλλους Ἐπιδαυρίους.


Next: 100