Sacred Texts  Classics  Index  Previous  Next 

Herodotus Book 6: Erato [140]

140. Such were the events which happened then: and very many years later, after the Chersonese which is by the Hellespont had come to be under the Athenians, Miltiades the son of Kimon, when the Etesian Winds blew steadily, accomplished the voyage in a ship from Elaius in the Chersonese to Lemnos, and proclaimed to the Pelasgians that they should depart out of the island, reminding them of the oracle, which the Pelasgians had never expected would be accomplished for them. The men of Hephaistia accordingly obeyed; but those of Myrina, not admitting that the Chersonese was Attica, suffered a siege, until at last these also submitted. Thus it was that the Athenians and Miltiades took possession of Lemnos. 140. [1] τότε μὲν τοιαῦτα· ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων, ὡς ἡ Χερσόνησος ἡ ἐπ᾽ Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι, Μιλτιάδης ὁ Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφέας τὸ χρηστήριον, τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι. [2] Ἡφαιστιέες μέν νυν ἐπείθοντο, Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς ὃ καὶ οὗτοι παρέστησαν. οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης.


Next: 1