Sacred Texts  Classics  Index  Previous  Next 

Herodotus Book 3: Thaleia [90]

90. From the Ionians and the Magnesians who dwell in Asia and the Aiolians, Carians, Lykians, Milyans and Pamphylians (for one single sum was appointed by him as tribute for all these) there came in four hundred talents of silver. This was appointed by him to be the first division. From the Mysians and Lydians and Lasonians and Cabalians and Hytennians there came in five hundred talents: this is the second division. From the Hellespontians who dwell on the right as one sails in and the Phrygians and the Thracians who dwell in Asia and the Paphlagonians and Mariandynoi and Syrians the tribute was three hundred and sixty talents: this is the third division. From the Kilikians, besides three hundred and sixty white horses, one for every day in the year, there came also five hundred talents of silver; of these one hundred and forty talents were spent upon the horsemen which served as a guard to the Kilikian land, and the remaining three hundred and sixty came in year by year to Dareios: this is the fourth division. 90. [1] ἀπὸ μὲν δὴ Ἰώνων καὶ Μαγνήτων τῶν ἐν τῇ Ἀσίῃ καὶ Αἰολέων καὶ Καρῶν καὶ Λυκίων καὶ Μιλυέων καὶ Παμφύλων (εἷς γὰρ ἦν οἱ τεταγμένος οὗτος φόρος) προσήιε τετρακόσια τάλαντα ἀργυρίου. ὁ μὲν δὴ πρῶτος οὗτός οἱ νομὸς κατεστήκεε, ἀπὸ δὲ Μυσῶν καὶ Λυδῶν καὶ Λασονίων καὶ Καβαλέων καὶ Ὑτεννέων πεντακόσια τάλαντα· δεύτερος νομὸς οὗτος. [2] ἀπὸ δὲ Ἑλλησποντίων τῶν ἐπὶ δεξιὰ ἐσπλέοντι καὶ Φρυγῶν καὶ Θρηίκων τῶν ἐν τῇ Ἀσίῃ καὶ Παφλαγόνων καὶ Μαριανδυνῶν καὶ Συρίων ἑξήκοντα καὶ τριηκόσια τάλαντα ἦν φόρος· νομὸς τρίτος οὗτος. [3] ἀπὸ δὲ Κιλίκων ἵπποι τε λευκοὶ ἑξήκοντα καὶ τριηκόσιοι, ἑκάστης ἡμέρης εἷς γινόμενος, καὶ τάλαντα ἀργυρίου πεντακόσια· τούτων δὲ τεσσεράκοντα καὶ ἑκατὸν ἐς τὴν φρουρέουσαν ἵππον τὴν Κιλικίην χώρην ἀναισιμοῦτο, τὰ δὲ τριηκόσια καὶ ἑξήκοντα Δαρείῳ ἐφοίτα· νομὸς τέταρτος οὗτος. 

91. From that division which begins with the city of Posideion, founded by Amphilochos the son of Amphiaraos on the borders of the Kilikians and the Syrians, and extends as far as Egypt, not including the territory of the Arabians (for this was free from payment), the amount was three hundred and fifty talents; and in this division are the whole of Phenicia and Syria which is called Palestine and Cyprus: this is the fifth division. From Egypt and the Libyans bordering upon Egypt, and from Kyrene and Barca, for these were so ordered as to belong to the Egyptian division, there came in seven hundred talents, without reckoning the money produced by the lake of Moiris, that is to say from the fish; without reckoning this, I say, or the corn which was contributed in addition by measure, there came in seven hundred talents; for as regards the corn, they contribute by measure one hundred and twenty thousand bushels for the use of those Persians who are established in the "White Fortress" at Memphis, and for their foreign mercenaries: this is the sixth division. The Sattagydai and Gandarians and Dadicans and Aparytai, being joined together, brought in one hundred and seventy talents: this is the seventh division. From Susa and the rest of the land of the Kissians there came in three hundred: this is the eighth division. 91. [1] ἀπὸ δὲ Ποσιδηίου πόλιος, τὴν Ἀμφίλοχος ὁ Ἀμφιάρεω οἴκισε ἐπ᾽ οὔροισι τοῖσι Κιλίκων τε καὶ Σύρων, ἀρξάμενος ἀπὸ ταύτης μέχρι Αἰγύπτου, πλὴν μοίρης τῆς Ἀραβίων (ταῦτα γὰρ ἦν ἀτελέα), πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν. ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε πᾶσα καὶ Συρίη ἡ Παλαιστίνη καλεομένη καὶ Κύπρος· νομὸς πέμπτος οὗτος. [2] ἀπ᾽ Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης (ἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατο) ἑπτακόσια προσήιε τάλαντα, πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου, τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων· [3] τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ [ἐπιμετρουμένου] σίτου προσήιε ἑπτακόσια τάλαντα· σίτου γὰρ δύο καὶ δέκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι. νομὸς ἕκτος οὗτος. [4] Σατταγύδαι δὲ καὶ Γανδάριοι καὶ Δαδίκαι τε καὶ Ἀπαρύται ἐς τὠυτὸ τεταγμένοι ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέφερον· νομὸς δὲ οὗτος ἕβδομος. ἀπὸ Σούσων δὲ καὶ τῆς ἄλλης Κισσίων χώρης τριηκόσια· νομὸς ὄγδοος οὗτος. 

92. From Babylon and from the rest of Assyria there came in to him a thousand talents of silver and five hundred boys for eunuchs: this is the ninth division. From Agbatana and from the rest of Media and the Paricanians and Orthocorybantians, four hundred and fifty talents: this is the tenth division. The Caspians and Pausicans and Pantimathoi and Dareitai, contributing together, brought in two hundred talents: this is the eleventh division. From the Bactrians as far as the Aigloi the tribute was three hundred and sixty talents: this is the twelfth division. 92. [1] ἀπὸ Βαβυλῶνος δὲ καὶ τῆς λοιπῆς Ἀσσυρίης χίλιά οἱ προσήιε τάλαντα ἀργυρίου καὶ παῖδες ἐκτομίαι πεντακόσιοι· νομὸς εἴνατος οὗτος. ἀπὸ δὲ Ἀγβατάνων καὶ τῆς λοιπῆς Μηδικῆς καὶ Παρικανίων καὶ Ὀρθοκορυβαντίων πεντήκοντά τε καὶ τετρακόσια τάλαντα· νομὸς δέκατος οὗτος. [2] Κάσπιοι δὲ καὶ Παυσίκαι καὶ Παντίμαθοί τε καὶ Δαρεῖται ἐς τὠυτὸ συμφέροντες διηκόσια τάλαντα ἀπαγίνεον· νομὸς ἑνδέκατος οὗτος. 

93. From Pactyïke and the Armenians and the people bordering upon them as far as the Euxine, four hundred talents: this is the thirteenth division. From the Sagartians and Sarangians and Thamanaians and Utians and Mycans and those who dwell in the islands of the Erythraian Sea, where the king settles those who are called the "Removed," from all these together a tribute was produced of six hundred talents: this is the fourteenth division. The Sacans and the Caspians brought in two hundred and fifty talents: this is the fifteenth division. The Parthians and Chorasmians and Sogdians and Areians three hundred talents: this is the sixteenth division. 93. [1] ἀπὸ Βακτριανῶν δὲ μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν· νομὸς δυωδέκατος οὗτος. ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα· νομὸς τρίτος καὶ δέκατος οὗτος. [2] ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων καὶ Οὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων τῶν ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς, ἀπὸ τούτων πάντων ἑξακόσια τάλαντα ἐγίνετο φόρος· νομὸς τέταρτος καὶ δέκατος οὗτος. [3] Σάκαι δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια ἀπαγίνεον τάλαντα· νομὸς πέμπτος καὶ δέκατος οὗτος. Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριηκόσια τάλαντα· νομὸς ἕκτος καὶ δέκατος οὗτος. 

94. The Paricanians and Ethiopians in Asia brought in four hundred talents: this is the seventeenth division. To the Matienians and Saspeirians and Alarodians was appointed a tribute of two hundred talents: this is the eighteenth division. To the Moschoi and Tibarenians and Macronians and Mossynoicoi and Mares three hundred talents were ordered: this is the nineteenth division. Of the Indians the number is far greater than that of any other race of men of whom we know; and they brought in a tribute larger than all the rest, that is to say three hundred and sixty talents of gold-dust: this is the twentieth division.

94. [1] Παρικάνιοι δὲ καὶ Αἰθίοπες οἱ ἐκ τῆς Ἀσίης τετρακόσια τάλαντα ἀπαγίνεον· νομὸς ἕβδομος καὶ δέκατος οὗτος. Ματιηνοῖσι δὲ καὶ Σάσπειρσι καὶ Ἀλαροδίοισι διηκόσια ἐπετέτακτο τάλαντα· νομὸς ὄγδοος καὶ δέκατος οὗτος. [2] Μόσχοισι δὲ καὶ Τιβαρηνοῖσι καὶ Μάκρωσι καὶ Μοσσυνοίκοισι καὶ Μαρσὶ τριηκόσια τάλαντα προείρητο· νομὸς εἴνατος καὶ δέκατος οὗτος. Ἰνδῶν δὲ πλῆθός τε πολλῷ πλεῖστον ἐστὶ πάντων τῶν ἡμεῖς ἴδμεν ἀνθρώπων, καὶ φόρον ἀπαγίνεον πρὸς πάντας τοὺς ἄλλους ἑξήκοντα καὶ τριηκόσια τάλαντα ψήγματος· νομὸς εἰκοστὸς οὗτος. 

95. Now if we compare Babylonian with Euboïc talents, the silver is found to amount to nine thousand eight hundred and eighty talents; and if we reckon the gold at thirteen times the value of silver, weight for weight, the gold-dust is found to amount to four thousand six hundred and eighty Euboïc talents. These being all added together, the total which was collected as yearly tribute for Dareios amounts to fourteen thousand five hundred and sixty Euboïc talents: the sums which are less than these I pass over and do not mention.

95. [1] τὸ μὲν δὴ ἀργύριον τὸ Βαβυλώνιον πρὸς τὸ Εὐβοϊκὸν συμβαλλόμενον τάλαντον γίνεται ὀγδώκοντα καὶ ὀκτακόσια καὶ εἰνακισχίλια τάλαντα· τὸ δὲ χρυσίον τρισκαιδεκαστάσιον λογιζόμενον, τὸ ψῆγμα εὑρίσκεται ἐὸν Εὐβοϊκῶν ταλάντων ὀγδώκοντα καὶ ἑξακοσίων καὶ τετρακισχιλίων. [2] τούτων ὦν πάντων συντιθεμένων τὸ πλῆθος Εὐβοϊκὰ τάλαντα συνελέγετο ἐς τὸν ἐπέτειον φόρον Δαρείῳ μύρια καὶ τετρακισχίλια καὶ πεντακόσια καὶ ἑξήκοντα· τὸ δ᾽ ἔτι τούτων ἔλασσον ἀπιεὶς οὐ λέγω. 

96. This was the tribute which came in to Dareios from Asia and from a small part of Libya: but as time went on, other tribute came in also from the islands and from those who dwell in Europe as far as Thessaly. This tribute the king stores up in his treasury in the following manner:--he melts it down and pours it into jars of earthenware, and when he has filled the jars he takes off the earthenware jar from the metal; and when he wants money he cuts off so much as he needs on each occasion.

96. [1] οὗτος Δαρείῳ προσήιε φόρος ἀπὸ τῆς τε Ἀσίης καὶ τῆς Λιβύης ὀλιγαχόθεν. προϊόντος μέντοι τοῦ χρόνου καὶ ἀπὸ νήσων προσήιε ἄλλος φόρος καὶ τῶν ἐν τῇ Εὐρώπῃ μέχρι Θεσσαλίης οἰκημένων. [2] τοῦτον τὸν φόρον θησαυρίζει βασιλεὺς τρόπῳ τοιῷδε· ἐς πίθους κεραμίνους τήξας καταχέει, πλήσας δὲ τὸ ἄγγος περιαιρέει τὸν κέραμον· ἐπεὰν δὲ δεηθῇ χρημάτων, κατακόπτει τοσοῦτο ὅσου ἂν ἑκάστοτε δέηται. 

97. These were the provinces and the assessments of tribute: and the Persian land alone has not been mentioned by me as paying a contribution, for the Persians have their land to dwell in free from payment. The following moreover had no tribute fixed for them to pay, but brought gifts, namely the Ethiopians who border upon Egypt, whom Cambyses subdued as he marched against the Long-lived Ethiopians, those who dwell about Nysa, which is called "sacred," and who celebrate the festivals in honour of Dionysos: these Ethiopians and those who dwell near them have the same kind of seed as the Callantian Indians, and they have underground dwellings. These both together brought every other year, and continue to bring even to my own time, two quart measures of unmelted gold and two hundred blocks of ebony and five Ethiopian boys and twenty large elephant tusks. The Colchians also had set themselves among those who brought gifts, and with them those who border upon them extending as far as the range of the Caucasus (for the Persian rule extends as far as these mountains, but those who dwell in the parts beyond Caucasus toward the North Wind regard the Persians no longer),--these, I say, continued to bring the gifts which they had fixed for themselves every four years even down to my own time, that is to say, a hundred boys and a hundred maidens. Finally, the Arabians brought a thousand talents of frankincense every year. Such were the gifts which these brought to the king apart from the tribute.

97. [1] αὗται μὲν ἀρχαί τε ἦσαν καὶ φόρων ἐπιτάξιες. ἡ Περσὶς δὲ χώρη μούνη μοι οὐκ εἴρηται δασμοφόρος· ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην. [2] οἵδε δὲ φόρον μὲν οὐδένα ἐτάχθησαν φέρειν, δῶρα δὲ ἀγίνεον· Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτῳ, τοὺς Καμβύσης ἐλαύνων ἐπὶ τοὺς μακροβίους Αἰθίοπας κατεστρέψατο, οἵ τε περί τε Νύσην τὴν ἱρὴν κατοίκηνται καὶ τῷ Διονύσῳ ἀνάγουσι τὰς ὁρτάς· [οὗτοι οἱ Αἰθίοπες καὶ οἱ πλησιόχωροι τούτοισι σπέρματι μὲν χρέωνται τῷ αὐτῷ τῷ καὶ οἱ Καλλαντίαι Ἰνδοί, οἰκήματα δὲ ἔκτηνται κατάγαια.] [3] οὗτοι συναμφότεροι διὰ τρίτου ἔτεος ἀγίνεον, ἀγινέουσι δὲ καὶ τὸ μέχρι ἐμεῦ, δύο χοίνικας ἀπύρου χρυσίου καὶ διηκοσίας φάλαγγας ἐβένου καὶ πέντε παῖδας Αἰθίοπας καὶ ἐλέφαντος ὀδόντας μεγάλους εἴκοσι. [4] Κόλχοι δὲ τὰ ἐτάξαντο ἐς τὴν δωρεὴν καὶ οἱ προσεχέες μέχρι Καυκάσιος ὄρεος (ἐς τοῦτο γὰρ τὸ ὄρος ὑπὸ Πέρσῃσι ἄρχεται, τὰ δὲ πρὸς βορέην ἄνεμον τοῦ Καυκάσιος Περσέων οὐδὲν ἔτι φροντίζει (, οὗτοι ὦν δῶρα τὰ ἐτάξαντο ἔτι καὶ ἐς ἐμὲ διὰ πεντετηρίδος ἀγίνεον, ἑκατὸν παῖδας καὶ ἑκατὸν παρθένους. [5] Ἀράβιοι δὲ χίλια τάλαντα ἀγίνεον λιβανωτοῦ ἀνὰ πᾶν ἔτος. ταῦτα μὲν οὗτοι δῶρα πάρεξ τοῦ φόρου βασιλέι ἐκόμιζον. 

98. Now this great quantity of gold, out of which the Indians bring in to the king the gold-dust which has been mentioned, is obtained by them in a manner which I shall tell:--That part of the Indian land which is towards the rising sun is sand; for of all the peoples in Asia of which we know or about which any certain report is given, the Indians dwell furthest away towards the East and the sunrising; seeing that the country to the East of the Indians is desert on account of the sand. Now there are many tribes of Indians, and they do not agree with one another in language; and some of them are pastoral and others not so, and some dwell in the swamps of the river and feed upon raw fish, which they catch by fishing from boats made of cane; and each boat is made of one joint of cane. These Indians of which I speak wear clothing made of rushes: they gather and cut the rushes from the river and then weave them together into a kind of mat and put it on like a corslet. 98. [1] τὸν δὲ χρυσὸν τοῦτον τὸν πολλὸν οἱ Ἰνδοί, ἀπ᾽ οὗ τὸ ψῆγμα τῷ βασιλέι τὸ εἰρημένον κομίζουσι, τρόπῳ τοιῷδε κτῶνται. [2] ἔστι τῆς Ἰνδικῆς χώρης τὸ πρὸς ἥλιον ἀνίσχοντα ψάμμος· τῶν γὰρ ἡμεῖς ἴδμεν, τῶν καὶ πέρι ἀτρεκές τι λέγεται, πρῶτοι πρὸς ἠῶ καὶ ἡλίου ἀνατολὰς οἰκέουσι ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ Ἰνδοί· Ἰνδῶν γὰρ τὸ πρὸς τὴν ἠῶ ἐρημίη ἐστὶ διὰ τὴν ψάμμον. [3] ἔστι δὲ πολλὰ ἔθνεα Ἰνδῶν καὶ οὐκ ὁμόφωνα σφίσι, καὶ οἳ μὲν αὐτῶν νομάδες εἰσὶ οἳ δὲ οὔ, οἳ δὲ ἐν τοῖσι ἕλεσι οἰκέουσι τοῦ ποταμοῦ καὶ ἰχθύας σιτέονται ὠμούς, τοὺς αἱρέουσι ἐκ πλοίων καλαμίνων ὁρμώμενοι· καλάμου δὲ ἓν γόνυ πλοῖον ἕκαστον ποιέεται. [4] οὗτοι μὲν δὴ τῶν Ἰνδῶν φορέουσι ἐσθῆτα φλοΐνην· ἐπεὰν ἐκ τοῦ ποταμοῦ φλοῦν ἀμήσωσι καὶ κόψωσι, τὸ ἐνθεῦτεν φορμοῦ τρόπον καταπλέξαντες ὡς θώρηκα ἐνδύνουσι. 

99. Others of the Indians, dwelling to the East of these, are pastoral and eat raw flesh: these are called Padaians, and they practise the following customs:--whenever any of their tribe falls ill, whether it be a woman or a man, if a man then the men who are his nearest associates put him to death, saying that he is wasting away with the disease and his flesh is being spoilt for them: and meanwhile he denies stoutly and says that he is not ill, but they do not agree with him; and after they have killed him they feast upon his flesh: but if it be a woman who falls ill, the women who are her greatest intimates do to her in the same manner as the men do in the other case. For in fact even if a man has come to old age they slay him and feast upon him; but very few of them come to be reckoned as old, for they kill every one who falls into sickness, before he reaches old age. 99. [1] ἄλλοι δὲ τῶν Ἰνδῶν πρὸς ἠῶ οἰκέοντες τούτων νομάδες εἰσὶ κρεῶν ἐδεσταὶ ὠμῶν, καλέονται δὲ Παδαῖοι, νομαίοισι δὲ τοιοῖσιδε λέγονται χρᾶσθαι· ὃς ἂν κάμῃ τῶν ἀστῶν, ἤν τε γυνὴ ἤν τε ἀνήρ, τὸν μὲν ἄνδρα ἄνδρες οἱ μάλιστά οἱ ὁμιλέοντες κτείνουσι, φάμενοι αὐτὸν τηκόμενον τῇ νούσῳ τὰ κρέα σφίσι διαφθείρεσθαι· ὁ δὲ ἄπαρνος ἐστὶ μὴ μὲν νοσέειν, οἱ δὲ οὐ συγγινωσκόμενοι ἀποκτείναντες κατευωχέονται. [2] ἣ δὲ ἂν γυνὴ κάμῃ, ὡσαύτως αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι. τὸν γὰρ δὴ ἐς γῆρας ἀπικόμενον θύσαντες κατευωχέονται· ἐς δὲ τούτου λόγον οὐ πολλοί τινες αὐτῶν ἀπικνέονται· πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον πίπτοντα πάντα κτείνουσι. 


Next: 100