Sacred Texts  Bible  Index 
Polyglot  Apo  Sep:ToA  Vul 

Tobit S Index
  Previous  Next 

Septuagint: Tobit S Chapter 7

1 καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα λέγει αὐτῷ Αζαρια ἄδελφε ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι καὶ εἶπεν αὐτοῖς χαίρετε πολλά ἀδελφοί καὶ καλῶς ἤλθατε ὑγιαίνοντες καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ

2 καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ ὡς ὅμοιος ὁ νεανίσκος οὗτος Τωβει τῷ ἀδελφῷ μου

3 καὶ ἠρώτησεν αὐτοὺς Εδνα καὶ εἶπεν αὐτοῖς πόθεν ἐστέ ἀδελφοί καὶ εἶπαν αὐτῇ ἐκ τῶν υἱῶν Νεφθαλιμ ἡμεῖς τῶν αἰχμαλωτισθέντων ἐν Νινευη

4 καὶ εἶπεν αὐτοῖς γινώσκετε Τωβιν τὸν ἀδελφὸν ἡμῶν καὶ εἶπαν αὐτῇ γινώσκομεν ἡμεῖς αὐτόν

5 καὶ εἶπεν αὐτοῖς ὑγιαίνει καὶ εἶπαν αὐτῇ ὑγιαίνει καὶ ζῇ καὶ εἶπεν Τωβιας ὁ πατήρ μού ἐστιν

6 καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο παιδίον ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ πατρός ὦ ταλαιπώρων κακῶν ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιῶν ἐλεημοσύνας καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν

7 καὶ Εδνα ἡ γυνὴ αὐτοῦ ἔκλαυσεν αὐτόν καὶ Σαρρα ἡ θυγάτηρ αὐτῶν ἔκλαυσεν καὶ αὐτή

8 καὶ ἔθυσεν κριὸν ἐκ προβάτων καὶ ὑπεδέξατο αὐτοὺς προθύμως

9 καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνῆσαι εἶπεν Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε εἰπὸν Ραγουηλ ὅπως δῷ μοι Σαρραν τὴν ἀδελφήν μου

10 καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ ἄδελφε ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ ὅτι σὺ ἔγγιστά μου καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω παιδίον

11 ἔδωκα αὐτὴν ἑπτὰ ἀνδράσιν τῶν ἀδελφῶν ἡμῶν καὶ πάντες ἀπέθανον τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ νῦν παιδίον φάγε καὶ πίε καὶ κύριος ποιήσει ἐν ὑμῖν

12 καὶ εἶπεν Τωβιας οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι ποιῶ καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι κομίζου τὴν ἀδελφήν σου ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς παιδίον τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ᾽ ὑμᾶς ἔλεος καὶ εἰρήνην

13 καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην

14 καὶ ἐκάλεσεν τὴν μητέρα αὐτῆς καὶ εἶπεν ἐνεγκεῖν βιβλίον καὶ ἔγραψεν συγγραφὴν βιβλίου συνοικήσεως καὶ ὡς δίδωσιν αὐτὴν αὐτῷ γυναῖκα κατὰ τὴν κρίσιν τοῦ Μωυσέως νόμου ἀπ᾽ ἐκείνου ἤρξαντο φαγεῖν καὶ πιεῖν

15 καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ἀδελφή ἑτοίμασον τὸ ταμίειον τὸ ἕτερον καὶ εἰσάγαγε αὐτὴν ἐκεῖ

16 καὶ βαδίσασα ἔστρωσεν εἰς τὸ ταμίειον ὡς εἶπεν αὐτῇ καὶ ἤγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν περὶ αὐτῆς καὶ ἀπεμάξατο τὰ δάκρυα καὶ εἶπεν αὐτῇ

17 θάρσει θύγατερ ὁ κύριος τοῦ οὐρανοῦ δῴη σοι χαρὰν ἀντὶ τῆς λύπης σου θάρσει θύγατερ καὶ ἐξῆλθεν


Next: Tobit S Chapter 8